Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.202 Joseph. AJ 7.207 (English) >>Joseph. AJ 7.211

7.205

Ὀλίγον δὲ τῷ Δαυίδῃ προελθόντι Σιβᾶς τοῦ Μεμφιβόσθου δοῦλος συνήντησεν, ὃν προνοησόμενον ἀπεστάλκει τῶν κτήσεων ἃς δεδώρητο τῷ Ἰωνάθου τοῦ Σαούλου παιδὸς υἱῷ, μετὰ ζεύγους ὄνων καταπεφορτισμένων τοῖς ἐπιτηδείοις, ἐξ ὧν ἐκέλευσε λαμβάνειν ὧν αὐτός τε καὶ οἱ σὺν αὐτῷ δέοιντο. 7.206πυνθανομένου δέ, ποῦ καταλέλοιπε τὸν Μεμφίβοσθον, ἐν Ἱεροσολύμοις ἔλεγε προσδοκῶντα χειροτονηθήσεσθαι βασιλέα διὰ τὴν ὑπάρχουσαν ταραχὴν εἰς μνήμην ὧν εὐηργέτησεν αὐτοὺς Σαοῦλος. ἀγανακτήσας δʼ ἐπὶ τούτῳ πάνθʼ ὅσα τῷ Μεμφιβόσθῳ παρεχώρησε Σιβᾷ χαρίζεται πολὺ γὰρ δικαιότερον αὐτὸν ἐκείνου ταῦτʼ ἔχειν ἐπέγνωκε· καὶ μὲν Σιβᾶς περιχαρὴς ἦν. 7.207

Δαυίδῃ δὲ γενομένῳ κατὰ Χώρανον τόπον οὕτως καλούμενον ἐπέρχεται τοῦ Σαούλου συγγενὴς Σαμούις μὲν ὄνομα υἱὸς δὲ Γηρᾶ, καὶ λίθοις τε ἔβαλλεν αὐτὸν καὶ ἐκακηγόρει. περιστάντων δὲ τῶν φίλων καὶ σκεπόντων ἔτι μᾶλλον Σαμούις βλασφημῶν διετέλει, μιαιφόνον καὶ πολλῶν ἀρχηγὸν κακῶν ἀποκαλῶν. 7.208ἐκέλευε δὲ καὶ τῆς γῆς ὡς ἐναγῆ καὶ ἐπάρατον ἐξιέναι, καὶ τῷ θεῷ χάριν ὡμολόγει τῆς βασιλείας αὐτὸν ἀφελομένῳ καὶ διὰ παιδὸς ἰδίου τὴν ὑπὲρ ὧν ἥμαρτεν εἰς τὸν αὑτοῦ δεσπότην δίκην αὐτὸν εἰσπραξαμένῳ. πάντων δʼ ἐπʼ αὐτὸν ἠρεθισμένων ὑπʼ ὀργῆς καὶ μάλιστα Ἀβεσσαίου διαχρήσασθαι βουλομένου τὸν Σαμούιν Δαυίδης αὐτὸν τῆς ὀργῆς ἐπέσχε,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.202 Joseph. AJ 7.207 (English) >>Joseph. AJ 7.211

Powered by PhiloLogic